- 텍스트

Aristophanes, Peace, Lyric-Scene, iambics

(아리스토파네스, Peace, Lyric-Scene, iambics)

ταυτὶ δέδραται.? τίθεσο τὼ μηρὼ λαβών. ἐγὼ δ ἐπὶ σπλάγχν εἶμι καὶ θυλήματα. ἐμοὶ μελήσει ταῦτά γ: ἀλλ ἥκειν ἐχρῆν. ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ· ὄπτα καλῶς νυν αὐτά: καὶ γὰρ οὑτοσὶ προσέρχεται δάφνῃ τις ἐστεφανωμένος. τίς ἄρα ποτ ἐστίν· ὡς ἀλαζὼν φαίνεται: μάντις τίς ἐστιν. οὐ μὰ Δί ἀλλ Ιἑροκλέης οὗτός γέ πού σθ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ. τί ποτ ἄρα λέξει· δῆλός ἐσθ οὗτός γ ὅτι ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς. οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν. μή νυν ὁρᾶν δοκῶμεν αὐτόν. εὖ λέγεις. τίς ἡ θυσία ποθ αὑτηὶ καὶ τῷ θεῶν· ὀπτα σὺ σιγῇ κἄπαγ ἀπὸ τῆς ὀσφύος. ὅτῳ δὲ θύετ οὐ φράσεθ· ἡ κέρκος ποιεῖ καλῶς· καλῶς δῆτ ὦ πότνι Εἰρήνη φίλη. ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα. ὀπτᾶν ἄμεινον πρῶτον. ἀλλὰ ταυταγὶ ἤδη στὶν ὀπτά. πολλὰ πράττεις, ὅστις εἶ. κατάτεμνε. ποῦ τράπεζα· τὴν σπονδὴν φέρε. ἡ γλῶττα χωρὶς τέμνεται. μεμνήμεθα. ἀλλ οἶσθ ὃ δρᾶσον· ἢν φράσῃς. μὴ διαλέγου νῷν μηδέν: Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION