호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βρεκεκεκὲξ κοὰξ κοάξ.? ἀλλ ἐξόλοισθ αὐτῷ κοάξ: οὐδὲν γάρ ἐστ ἀλλ ἢ κοάξ. εἰκότως γ ὦ πολλὰ πράττων. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων: προσεπιτέρπεται δ ὁ φορμικτὰς Ἀπόλλων, ἕνεκα δόνακος, ὃν ὑπολύριον ἔνυδρον ἐν λίμναις τρέφω. βρεκεκεκὲξ κοάξ κοάξ. ἐγὼ δὲ φλυκταίνας γ ἔχω, χὠ πρωκτὸς ἰδίει πάλαι, κᾆτ αὐτίκ ἐκκύψας ἐρεῖ - βρεκεκεκὲξ κοὰξ κοάξ. ἀλλ ὦ φιλῳδὸν γένος παύσασθε. μᾶλλον μὲν οὖν φθεγξόμεσθ, εἰ δή ποτ εὐηλίοις ἐν ἁμέραισιν ἡλάμεσθα διὰ κυπείρου καὶ φλέω, χαίροντες ᾠδῆς πολυκολύμβοισι μέλεσιν, ἢ Διὸς φεύγοντες ὄμβρον ἔνυδρον ἐν βυθῷ χορείαν αἰόλαν ἐφθεγξάμεσθα πομφολυγοπαφλάσμασιν. βρεκεκεκὲξ κοὰξ κοάξ. τουτὶ παρ ὑμῶν λαμβάνω. δεινά τἄρα πεισόμεσθα. δεινότερα δ ἔγωγ, ἐλαύνων εἰ διαρραγήσομαι. βρεκεκεκὲξ κοὰξ κοάξ. οἰμώζετ: οὐ γάρ μοι μέλει. ἀλλὰ μὴν κεκραξόμεσθά γ ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν χανδάνῃ δι ἡμέρας. βρεκεκεκὲξ κοὰξ κοάξ. τούτῳ γὰρ οὐ νικήσετε. οὐδὲ μὴν ἡμᾶς σὺ πάντως. οὐδὲ μὴν ὑμεῖς γ ἐμὲ οὐδέποτε: κεκράξομαι γὰρ κἂν δέῃ δι ἡμέρας <βρεκεκεκὲξ κοὰξ κοάξ,> ἑώς ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기