- 텍스트

Aristophanes, Birds, Parodos, lyric 1:

(아리스토파네스, Birds, Parodos, lyric 1:)

ποποποποποποποποποποῖ ποῦ μ ἄρ ὃς ἐκάλεσε·? τίνα τόπον ἄρα ποτὲ νέμεται· οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων. τί τί τί τί τί τί τί τί: τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμὲ φίλον ἔχων· κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον. ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ ἀφῖχθον ὡς ἐμέ. ποῦ· πᾷ· πῶς φῄς· φήμ ἀπ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο: ἥκετον δ ἔχοντε πρέμνον πράγματος πελωρίου. ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου τράφην ἐγώ, πῶς λέγεις· μήπω φοβηθῇς τὸν λόγον. τί μ ἠργάσω· ἄνδρ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας. καὶ δέδρακας τοῦτο τοὔργον· καὶ δεδρακώς γ ἥδομαι. κἀστὸν ἤδη που παρ ἡμῖν· εἰ παρ ὑμῖν εἴμ ἐγώ.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION