호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔνθα δ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη, δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι νωλεμές:? αἶψα δὲ νόσφιν Ιἤσονα μοῦνον ἑταίρων ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ ἐλίασθεν πολλὸν ἑκάς, στονόεντα δ ἐνωπαδὶς ἔκφατο μῦθον: "Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν ἀμφ ἐμοί· ἠέ῀ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν ἀγλαϊαί, τῶν δ οὔτι μετατρέπῃ, ὅσς ἀγόρευες χρειοῖ ἐνισχόμενος· ποῦ τοι Διὸς Ἱκεσίοιο ὁρ´κια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν· ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας νοσφισάμην, τά μοι ἠε῀ν ὑπέρτατα: τηλόθι δ οἰή λυγρῇσιν κατὰ πόντον ἅμ ἀλκυόνεσσι φορεῦμαι σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. ὕστατον αὖ καὶ κῶας, ἐπεί τ ἐπαϊστὸν ἐτύχθη, εἷλες ἐμῇ ματίῃ: κατὰ δ οὐλοὸν αἶσχος ἔχευα θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε αὐτοκασιγνήτη τε μεθ Ἑλλάδα γαῖαν ἕπεσθαι. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. ἀλλ αὔτως εἴρυσο: δίκη δέ τοι ἔμπεδος ἔστω καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν: ἢ σύγ ἔπειτα φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι, ὄφρ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ ἀλεγεινὰς ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός· ἦ μάλ ἐυκλειής· τίνα δ οὐ τίσιν, ἠὲ βαρεῖαν ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἱᾶ ἐόργα, ὀτλήσω· σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο· μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις, ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτ ἐμεῖο, στρευγόμενος καμάτοισι: δέρος δέ τοι ἶσον ὀνείροις οἴχοιτ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης αὐτίκ ἐμαί ς ἐλάσειαν Ἐρινύες: οἱᾶ καὶ αὐτὴ σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὁρ´κον, νηλεές: ἀλλ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω δὴν ἔσσεσθ εὔκηλοι ἕκητί γε συνθεσιάων. " Ὧς φάτ ἀναζείουσα βαρὺν χόλον: ἱέτο δ ἥγε νῆα καταφλέξαι, διά τ ἔμπεδα πάντα κεάσσαι, ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ Ιἤσων μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν: "Ἴσχεο, δαιμονίη: τὰ μὲν ἁνδάνει οὐδ ἐμοὶ αὐτῷ. ἀλλά τιν ἀμβολίην διζήμεθα δηιοτῆτος, ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται, Ἀψύρτῳ μεμάαασιν ἀμυνέμεν, ὄφρα σε πατρί, οἱά῀ τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ ἄγοιντο. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ, μίξαντες δαϊ` χεῖρας: ὅ τοι καὶ ῥίγιον ἄλγος ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην βήσομεν. οὐδ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος, ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται: οὐδ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기