호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧς φάτο:? τὴν δ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν: "Οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ: καὶ μή τι χαλέπτεο, μηδ ἐρίδαινε χωομένη σῷ παιδί: μεταλλήξει γὰρ ὀπίσσω. " Ἦ ῥα, καὶ ἔλλιπε θῶκον: ἐφωμάρτησε δ Ἀθήνη: ἐκ δ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ βῆ ῥ᾿ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. εὑρ῀ε δὲ τόνγ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, οὐκ οἰο῀ν, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφ ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. καί ῥ᾿ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ μάργος Ἔρως λαιῆς ὑποϊ´σχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς: γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὁ δ ἐγγύθεν ὀκλαδὸν ἧστο σῖγα κατηφιόων: δοιὼ δ ἔχεν, ἄλλον ἔτ αὔτως ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν: "Τίπτ ἐπιμειδιάᾳς, ἄφατον κακόν· ἠέ῀ μιν αὔτως ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα· εἰ δ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω: καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι, σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. χρύσεα μέν οἱ κύκλα τετεύχαται: ἀμφὶ δ ἑκάστῳ διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται: κρυπταὶ δὲ ῥαφαί εἰσιν: ἕλιξ δ ἐπιδέδρομε πάσαις κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο, ἀστὴρ ὥς, φλεγέθοντα δι ἠέρος ὁλκὸν ἱήσιν. τήν τοι ἐγὼν ὀπάσω: σὺ δὲ παρθένον Αἰήταο θέλξον ὀιστεύσας ἐπ Ιἤσονι: μηδέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἰή. " Ὧς φάτο: τῷ δ ἀσπαστὸν ἔπος γένετ εἰσαϊόντι. μείλια δ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. λίσσετο δ αἶψα πορεῖν αὐτοσχεδόν: ἡ δ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα: "Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ ἐμὸν αὐτῆς, ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο. " Φῆ: ὁ δ ἄῤ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. αὐτίκα δ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην: ἀνὰ δ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο αἰθερίας: ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη: δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. νειόθι δ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ ἀνδρῶν φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ αὖτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀν αἰθέρα πολλὸν ἰόντι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기