- 텍스트

Apollodorus, Argonautica, book 2 5:

(아폴로도로스, 아르고나우티카, book 2 5:)

Τὼ μὲν ἔπειθ ὁρ´κοισιν ἀλαλκέμεναι μενέαινον.? αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Ἁρπυίῃσιν ἑλώριον: ἐγγύθι δ ἄμφω στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. καὶ δὴ τὰ πρώτισθ ὁ γέρων ἔψαυεν ἐδωδῆς: αἱ δ ἄφαρ ἠύτ ἀέλλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς, ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος: οἱ δ ἐσιδόντες ἡρ´ωες μεσσηγὺς ἀνίαχον: αἱ δ ἅμ ἀυτῇ πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ: ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. τάων δ αὖ κατόπισθε δύω υἱε῀ς Βορέαο φάσγαν ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἑήκεν Ζεὺς μένος ἀκάματόν σφιν: ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην νόσφιν, ἐπεὶ ζεφύροιο παραϊ´σσεσκον ἀέλλας αἰέν. ὅτ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἰοιέν. ὡς δ ὅτ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη· ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας: ὧς Ζήτης Κάλαϊ´ς τε μάλα σχεδὸν ἀίσσοντες τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν. καί νύ κε δή σφ ἀέκητι θεῶν διεδηλήσαντο πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, εἰ μὴ ἄρ ὠκέα ῀Ἰρις ἴδεν, κατὰ δ αἰθέρος ἆλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν: "Οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Ἁρπυίας, μεγάλοιο Διὸς κύνας: ὁρ´κια δ αὐτὴ δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι. " Ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται, μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἠε῀ν. οἱ δ ὁρ´κῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα σώεσθαι. Στροφάδας δὲ μετακλείους ἄνθρωποι νήσους τοῖό γ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Ἄρπυιαί τ ῀Ἰρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωίδος: ἡ δ ἀνόρουσεν Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν. Τόφρα δ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα, τά τ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο, δαίνυνθ ἑζόμενοι: σὺν δέ σφισι δαίνυτο Φινεὺς ἁρπαλέως, οἱό῀ν τ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δ, ἐπεὶ δόρποιο κορέσσαντ ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δ ἐν μέσσοισι παρ ἐσχάρῃ ἧστο γεραιὸς πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου: "Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι ἀτρεκές: ὅσσα δ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION