호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδ ἄρ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ, ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν ἀθανάτῃσιν χερσὶν ἐπήρξατο: χαῖρε δὲ Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν. αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ, οὔ σέ γ ἔπειτ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα, οὐδ ἔτι δέσματ ἔρυκε, λύοντο δὲ πείρατα πάντα. αὐτίκα δ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기