- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Δημήτραν? 2:

(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 2:)

Δήμητρ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ ἀείδειν, αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Αἰδωνεὺς ἡρ´παξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις ἄνθεά τ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ ἰά καλὰ λειμῶν ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ ὑάκινθον νάρκισσόν θ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, θαυμαστὸν γανόωντα: σέβας τό γε πᾶσιν ἰδέσθαι ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις: τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει: κὦζ ἥδιστ ὀδμή, πᾶς τ οὐρανὸς εὐρὺς ὕπερθεν γαῖά τε πᾶς ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. ἣ δ ἄρα θαμβήσας ὠρέξατο χερσὶν ἅμ ἄμφω καλὸν ἄθυρμα λαβεῖν: χάνε δὲ χθὼν εὐρυάγυια Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION