- 텍스트

Aeschylus, Prometheus Bound, episode, anapests

(아이스킬로스, 결박된 프로메테우스, episode, anapests)

ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων:? ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νείμαιμ ἢ σοί. γνώσῃ δὲ τάδ ὡς ἔτυμ, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι: φέρε γὰρ σήμαιν ὅ τι χρή σοι συμπράσσειν: οὐ γάρ ποτ ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION