호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς:? ὑπερβάλλει γὰρ ἥδε συμφορὰ τὸ μήτε λέξαι μήτ ἐρωτῆσαι πάθη. ὅμως δ ἀνάγκη πημονὰς βροτοῖς φέρειν θεῶν διδόντων: πᾶν δ ἀναπτύξας πάθος λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως. τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὅστ ἐπὶ σκηπτουχίᾳ ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών· Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς στύφλους παρ ἀκτὰς θείνεται Σιληνιῶν. χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο: Τενάγων τ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς θαλασσόπληκτον νῆσον Αἰάντος πολεῖ. Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος, οἵδ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα δινούμενοι κύρισσον ἰσχυρὰν χθόνα: πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι πένθος παρασχών, Σεισάμης θ ὁ Μύσιος, Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, κεῖται θανὼν δείλαιος οὐ μάλ εὐτυχῶς: Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο. τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι. πολλῶν παρόντων δ ὀλίγ ἀπαγγέλλω κακά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기