호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν τὰ περὶ τῆσ συμφωνίασ αὐτὸσ εἴρηκεν, ὃν τρόπον ὁμοιοῦσι τοὺσ φθόγγουσ. ὀξὺσ μὲν γὰρ ὁ ταχὺσ γίγνεται βαρὺσ δ’ ὁ βραδύσ· διὸ καὶ πρότερον κινοῦσι τὴν αἴσθησιν οἱ ὀξεῖσ· ἤδη μαραινομένοισ καὶ ἀπολήγουσιν οἱ βραδεῖσ ἐπιβάλωσιν ἀρχόμενοι, τὸ κραθὲν αὐτῶν δι’ ὁμοιοπάθειαν ἡδονὴν τῇ ἀκοῇ παρέσχεν, ἣν συμφωνίαν καλοῦσιν.
ὅτι δὲ τούτων ὄργανον ὁ ἀήρ ἐστι, ῥᾴδιον συνιδεῖν ἐκ τῶν προειρημένων.
ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ αἰσθανομένου δι’ ὤτων ὑπ’ ἀέροσ· πλήττει γὰρ πληγεὶσ;
ὁ ἀὴρ ὑπὸ τοῦ κινήσαντοσ, ἂν μὲν σφοδρόν, ὀξέωσ, ἂν δ’ ἀμβλύ, μαλακώτερον· καὶ καταλαμβάνων τὸν βραδύτερον συνέπεται καὶ συμπαραπέμπει τὴν αἴσθησιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기