호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα.? Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη. Σινατρόκης δὲ ὁ Παρθυαίων βασιλεὺς ἔτος ὀγδοηκοστὸν ἤδη γεγονὼς ὑπὸ Σακαυράκων Σκυθῶν καταχθεὶς βασιλεύειν ἤρξατο καὶ ἐβασίλευσεν ἔτη ἑπτά. Τιγράνης δὲ ὁ Ἀρμενίων βασιλεύς, πρὸς ὃν Λούκουλλος ἐπολέμησεν, πέντε καὶ ὀγδοήκοντα ἐτῶν ἐτελεύτα νόσῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기