호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα δὲ Βοιωτοὶ καὶ Ιἄονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι:? ἐν δ ἄρα τοῖσιν ἦρχ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ ἅμ ἕποντο Φείδας τε Στιχίος τε Βίας τ ἐΰς: αὐτὰρ Ἐπειῶν Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ἤτοι ὃ μὲν νόθος υἱὸς Οἰ¨λῆος θείοιο ἔσκε Μέδων Αἰάντος ἀδελφεός: αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ Οἰ¨λεύς: αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο: Αἰάς δ οὐκέτι πάμπαν Οἰ¨λῆος ταχὺς υἱὸς ἵστατ ἀπ Αἰάντος Τελαμωνίου οὐδ ἠβαιόν, ἀλλ ὥς τ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον: ἀμφὶ δ ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς: τὼ μέν τε ζυγὸν οἰο῀ν ἐΰξοον ἀμφὶς ἐέργει ἱεμένω κατὰ ὦλκα: τέμει δέ τε τέλσον ἀρούρης: ὣς τὼ παρβεβαῶτε μάλ ἕστασαν ἀλλήλοιιν. ἀλλ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕπονθ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ ἵκοιτο. οὐδ ἄρ Οἰ¨λιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο: οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ: οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ἀλλ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἰο῀ς ἀώτῳ Ἴλιον εἰς ἅμ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας: δή ῥα τόθ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, οἳ δ ὄπιθεν βάλλοντες ἐλάνθανον: οὐδέ τι χάρμης Τρῶες μιμνήσκοντο: συνεκλόνεον γὰρ ὀϊστοί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기