호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ οἳ μὲν μάρναντο δέμασ πυρὸσ αἰθομένοιο· Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διὶ̈ φίλοσ, οὐδέ τι ᾔδη ὅττί ῥά οἱ νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντο λαοὶ ὑπ’ Ἀργείων. τάχα δ’ ἂν καὶ κῦδοσ Ἀχαιῶν ἔπλετο· τοῖοσ γὰρ γαιήοχοσ ἐννοσίγαιοσ ὄτρυν’ Ἀργείουσ, πρὸσ δὲ σθένει αὐτὸσ ἄμυνεν· ἀλλ’ ἔχεν ᾗ τὰ πρῶτα πύλασ καὶ τεῖχοσ ἐσᾶλτο ῥηξάμενοσ Δαναῶν πυκινὰσ στίχασ ἀσπιστάων, ἔνθ’ ἔσαν Αἰάντόσ τε νέεσ καὶ Πρωτεσιλάου θῖν’ ἔφ’ ἁλὸσ πολιῆσ εἰρυμέναι· αὐτὰρ ὕπερθε τεῖχοσ ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα ζαχρηεῖσ γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기