호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ δμωαί, δυσθρηνήτοις ὡς θρήνοις ἔγκειμαι, τᾶς οὐκ εὐμούσου μολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ, αἰαῖ, κηδείοις οἴκτοισιν:? αἵ μοι συμβαίνους ἆται, σύγγονον ἁμὸν κατακλαιομένα ζωᾶς, οἱάν <οἱάν> ἰδόμαν ὄψιν ὀνείρων νυκτός, τᾶς ἐξῆλθ ὄρφνα. ὀλόμαν ὀλόμαν: οὐκ εἴς οἶκοι πατρῷοι: οἴμοι <μοι> φροῦδος γέννα. φεῦ φεῦ τῶν Ἄργει μόχθων. ἰὼ δαῖμον, μόνον ὅς με κασίγνητον συλᾷς Αἴδᾳ πέμψας, ᾧ τάσδε χοὰς μέλλω κρατῆρά τε τὸν φθιμένων ὑδραίνειν γαίας ἐν νώτοις πηγάς τ οὐρείων ἐκ μόσχων Βάκχου τ οἰνηρὰς λοιβὰς ξουθᾶν τε πόνημα μελισσᾶν, ἃ νεκροῖς θελκτήρια κεῖται. ἀλλ ἔνδος μοι πάγχρυσον τεῦχος καὶ λοιβὰν Αἵδα. ὦ κατὰ γαίας Ἀγαμεμνόνιον θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω: δέξαι δ: οὐ γὰρ πρὸς τύμβον σοι ξανθὰν χαίταν, οὐ δάκρυ οἴσω. τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι κεῖμαι σφαχθεῖς ἁ τλάμων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기