- 텍스트

Aristophanes, Lysistrata, Lyric-Scene, antistrophe 2

(아리스토파네스, Lysistrata, Lyric-Scene, antistrophe 2)

κἀγὼ βούλομαι μῦθόν τιν ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι.? ἀλλ ὅμως ἂν οὐκ ἴδοις καίπερ οὔσης γραὸς ὄντ αὐτὸν κομήτην, ἀλλ ἀπεψιλωμένον τῷ λύχνῳ. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, Ἐρινύων ἀπορρώξ. οὗτος οὖν ὁ Τίμων ᾤχεθ ὑπὸ μίσους πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. οὕτω κεῖνος ὑμῶν ἀντεμίσει τοὺς πονηροὺς ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος. τὴν γνάθον βούλει θένω· μηδαμῶς: ἔδεισά γε. ἀλλὰ κρούσω τῷ σκέλει· τὸν σάκανδρον ἐκφανεῖς.?

상위

Lysistrata

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION