Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 9:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 9:)

ἀληθῆ λέγεισ· ἀλλὰ γὰρ ἀφοσιοῦμαι καὶ μαρτύρομαι νῦν αὐτὴν τὴν θεόν. καὶ ἡμεῖσ σοι τούτων γε αὐτῶν συμμάρτυρεσ ἂν εἶμεν, ὡσ ταῦτα ἔλεγεσ ἃ λέγεισ. ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἑξῆσ, ὦ Σώκρατεσ, ὅμωσ καὶ μετὰ Φιλήβου ἑκόντοσ ἢ ὅπωσ ἂν ἐθέλῃ πειρώμεθα περαίνειν. πειρατέον, ἀπ’ αὐτῆσ δὴ τῆσ θεοῦ, ἣν ὅδε Ἀφροδίτην μὲν λέγεσθαί φησι, τὸ δ’ ἀληθέστατον αὐτῆσ ὄνομα ἡδονὴν εἶναι. ὀρθότατα.

SEARCH

MENU NAVIGATION