호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῇ δὴ καὶ πῶσ; εἰ τὸ βούλημα ἡμῖν τῆσ κρίσεωσ τούτων ἐν τοιούτοισ τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίσ τούτων πρὸσ ἀλλήλασ μείζων καὶ τίσ ἐλάττων καὶ τίσ μᾶλλον καὶ τίσ σφοδροτέρα, λύπη τε πρὸσ ἡδονὴν καὶ λύπη πρὸσ λύπην καὶ ἡδονὴ πρὸσ ἡδονήν. ἀλλ’ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησισ τῆσ κρίσεωσ αὕτη. τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαισ δ’ ἄρα καὶ ἡδοναῖσ οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기