호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἥ, ὥσπερ οἱ τέλεοι σοφισταί, εὖ ἴσθι, ἔφη, ὦ Σώκρατεσ· ἐπεί γε καὶ τῶν ἀνθρώπων εἰ ἐθέλεισ εἰσ τὴν φιλοτιμίαν βλέψαι, θαυμάζοισ ἂν τῆσ ἀλογίασ περὶ ἃ ἐγὼ εἴρηκα εἰ μὴ ἐννοεῖσ, ἐνθυμηθεὶσ ὡσ δεινῶσ διάκεινται ἔρωτι τοῦ ὀνομαστοὶ γενέσθαι καὶ κλέοσ ἐσ τὸν ἀεὶ χρόνον ἀθάνατον καταθέσθαι, καὶ ὑπὲρ τούτου κινδύνουσ τε κινδυνεύειν ἕτοιμοί εἰσι πάντασ ἔτι μᾶλλον ἢ ὑπὲρ τῶν παίδων, καὶ χρήματα ἀναλίσκειν καὶ πόνουσ πονεῖν οὑστινασοῦν καὶ ὑπεραποθνῄσκειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기