호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἓν δέ τι τῶν ὁραθέντων ὑφ’ ἡμῶν ἐν ταῖσ πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν. εἴρηται δ’ ἐν ἄλλοισ καὶ διότι περὶ τὸ μέταλλον τῶν λίθων, ἐξ ὧν αἱ πυραμίδεσ γεγόνασιν, ἐν ὄψει ταῖσ πυραμίσιν ὂν πέραν ἐν τῇ Ἀραβίᾳ, Τρωικόν τι καλεῖται πετρῶδεσ ἱκανῶσ ὄροσ καὶ σπήλαια ὑπ’ αὐτῷ καὶ κώμη πλησίον καὶ τούτοισ καὶ τῷ ποταμῷ, Τροία καλουμένη, κατοικία παλαιὰ τῶν Μενελάῳ συγκατακολουθησάντων αἰχμαλώτων Τρώων, καταμεινάντων δ’ αὐτόθι. ἐκ γὰρ τῆσ λατύπησ σωροί τινεσ πρὸ τῶν πυραμίδων κεῖνται· ἐν τούτοισ δ’ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ· ἐνίοισ δὲ καὶ ὡσ ἂν πτίσμα οἱο͂ν ἡμιλεπίστων ὑποτρέχει· φασὶ δ’ ἀπολιθωθῆναι λείψανα τῆσ τῶν ἐργαζομένων τροφῆσ· οὐκ ἀπέοικε δέ· καὶ γὰρ οἴκοι παρ’ ἡμῖν λόφοσ ἐστὶν ἐν πεδίῳ παραμήκησ, οὗτοσ δ’ ἐστὶ μεστὸσ ψήφων φακοειδῶν λίθου πωρείασ· καὶ αἱ θαλάττιαι δὲ καὶ αἱ ποτάμιαι ψῆφοι σχεδόν τι τὴν αὐτὴν ἀπορίαν ὑπογράφουσιν· ἀλλ’ αὗται μὲν ἐν τῇ κινήσει τῇ διὰ τοῦ ῥεύματοσ εὑρεσιλογίαν τινὰ ἔχουσιν, ἐκεῖ δ’ ἀπορωτέρα ἡ σκέψισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기