호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτουσ λόγουσ ἐρωτῶν οἱούσ ἄνω προειρήκαμεν· πάντα τῶν θεῶν ἐστι· φίλοι δὲ τοῖσ σοφοῖσ οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων. πάντα ἄρα τῶν σοφῶν. περί τε τοῦ νόμου ὅτι χωρὶσ αὐτοῦ οὐχ οἱο͂́ν τε πολιτεύεσθαι· οὐ γάρ φησιν ἄνευ πόλεωσ ὄφελόσ τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλισ· νόμου δὲ ἄνευ πόλεωσ οὐδὲν ὄφελοσ· ἀστεῖον ἄρα ὁ νόμοσ. εὐγενείασ δὲ καὶ δόξασ καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίασ εἶναι λέγων· μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. ἔλεγε δὲ καὶ κοινὰσ εἶναι δεῖν τὰσ γυναῖκασ, γάμον μηδένα νομίζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι· κοινοὺσ δὲ διὰ τοῦτο καὶ τοὺσ υἱέασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기