호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα παρακληθεὶσ ὑπὸ Δίωνοσ καὶ Ἀριστομένουσ τοῦτο μὲν οὐκ ἐποίησε, παρέδωκε δὲ αὐτὸν Πόλλιδι τῷ Λακεδαιμονίῳ κατὰ καιρὸν διὰ πρεσβείαν ἀφιγμένῳ ὥστε ἀποδόσθαι. κἀ‐ κεῖνοσ ἀγαγὼν αὐτὸν εἰσ Αἴγιναν ἐπίπρασκεν· ὅτε καὶ Χάρμανδροσ Χαρμανδρίδου ἐγράψατο αὐτῷ δίκην θανάτου κατὰ τὸν παρ’ αὐτοῖσ τεθέντα νόμον, τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν. ἦν δ’ αὐτὸσ ὁ θεὶσ τὸν νόμον, καθά φησι Φαβωρῖνοσ ἐν Παντοδαπῇ ἱστορίᾳ. εἰπόντοσ δέ τινοσ, ἀλλὰ κατὰ παιδιάν, φιλόσοφον εἶναι τὸν ἐπιβάντα, ἀπέλυσαν. ἔνιοι δέ φασι παραχθῆναι αὐτὸν εἰσ τὴν ἐκκλησίαν καὶ τηρούμενον μηδ’ ὁτιοῦν φθέγξασθαι, ἑτοίμωσ δὲ ἐκδέξασθαι τὸ συμβαῖνον· οἱ δὲ ἀποκτεῖναι μὲν αὐτὸν οὐ διέγνωσαν, πωλεῖν δὲ ἔκριναν τῷ τρόπῳ τῶν αἰχμαλώτων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기