호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρ’ Ἕλλησιν ὅτι μὲν ἐδιδάχθησαν ἐκείνου τὰσ ἀρχὰσ παρασχόντοσ, ἐῶ νῦν λέγειν, ὅτι δ’ ἐστὶ καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ φύσει καὶ μεγαλειότητι, σφόδρα μεμαρτυρήκασι· καὶ γὰρ Πυθαγόρασ καὶ Ἀναξαγόρασ καὶ Πλάτων οἵ τε μετ’ ἐκεῖνον ἀπὸ τῆσ στοᾶσ φιλόσοφοι καὶ μικροῦ δεῖν ἅπαντεσ οὕτωσ φαίνονται περὶ τῆσ τοῦ θεοῦ φύσεωσ πεφρονηκότεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기