호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ γὰρ ἂν ἔτ’ ἄλλῳ ἐφάψαιτο; πάνυ γε. σχεδὸν οὐδενί. μανθάνομεν οὖν ὃ συμβέβηχ’ ἡμῖν ἐκ τούτων τῶν λόγων; τὸ ποῖον; σώματοσ ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτοσ ὁ λόγοσ γίγνεσθαι. πῶσ; ὅτι τοῖσ ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸσ ζῴου μηνύει τὴν ἐπιχείρησιν. καὶ μάλα. ἡ δ’ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖσ παθήμασιν ἐναντίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기