호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ καὶ τῆσ ἄλλησ μου πολιτείασ κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆσ εἰπεῖν, ἔπειθ’ οὕτωσ ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶσ παρακρουσάμενοι. γεγονὼσ γάρ, ὦ ἄνδρεσ Ἀθηναῖοι, Δημέου πατρόσ, ὡσ καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτωσ ἔζων ὡσ ἐδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτ’ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενοσ δ’ ἀεὶ τοῖσ ἰδίοισ πόνοισ τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기