호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διορίσαι δὲ τοὺσ ὁρ́ουσ χαλεπὸν τούσ τε Βιθυνῶν καὶ Φρυγῶν καὶ Μυσῶν καὶ ἔτι Δολιόνων τῶν περὶ Κύζικον καὶ Μυγδόνων καὶ Τρώων· καὶ διότι μὲν εἶναι δεῖ ἕκαστον φῦλον χωρὶσ ὁμολογεῖται καὶ ἐπί γε τῶν Φρυγῶν καὶ τῶν Μυσῶν καὶ παροιμιάζονται χωρὶσ τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, διορίσαι δὲ χαλεπόν. αἴτιον δὲ τὸ τοὺσ ἐπήλυδασ βαρβάρουσ καὶ στρατιώτασ ὄντασ μὴ βεβαίωσ κατέχειν τὴν κρατηθεῖσαν, ἀλλὰ πλανήτασ εἶναι τὸ πλέον ἐκβάλλοντασ καὶ ἐκβαλλομένουσ. ἅπαντα δὲ τὰ ἔθνη ταῦτα Θρᾴκιά τισ εἰκάζοι ἂν διὰ τὸ τὴν περαίαν νέμεσθαι τούτουσ καὶ διὰ τὸ μὴ πολὺ ἐξαλλάττειν ἀλλήλων ἑκατέρουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기