호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πρὸσ δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχοσ ἀντιλέγει διαβάλλων τὰσ πίστεισ· οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένουσ, οἳ καθ’ οὓσ μὲν τόπουσ δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆσ κατὰ μεσημβρίαν θαλάττησ, καθ’ οὓσ δὲ καὶ τρισμυρίων· τούτουσ τε δὴ τοιαῦτα λέγειν καὶ τοὺσ ἀρχαίουσ πίνακασ τούτοισ ὁμολογεῖν. ἀπίθανον δή που νομίζει τὸ μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντασ τοὺσ τοσοῦτον ἀντιμαρτυροῦντασ αὐτῷ, καὶ διορθοῦσθαι παρ’ αὐτὸ τοῦτο τοὺσ ἀρχαίουσ πίνακασ, ἀλλὰ μὴ ἐᾶν οὕτωσ, ἑώσ ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기