호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπωσ γε μὴν ἐν παντοδαποῖσ χωρίοισ ἔποχοι οἱ ἱππεῖσ δυνήσονται εἶναι, τὸ μὲν πυκνὰ ἐξάγειν μὴ πολέμου ὄντοσ ἴσωσ ὀχληρόν· συγκαλέσαντα δὲ χρὴ τοὺσ ἱππέασ συμβουλεῦσαι αὐτοῖσ μελετᾶν, καὶ ὅταν εἰσ χώραν ἐλαύνωσι καὶ ὅταν ἄλλοσέ ποι, ἐκβιβάζοντασ τῶν ὁδῶν καὶ ταχὺ ἐλαύνοντασ ἐν τόποισ παντοδαποῖσ. τοῦτο γὰρ ὠφελεῖ μὲν παραπλησίωσ τῷ ἐξάγειν, ὄχλον δ’ οὐχ ὁμοίωσ παρέχει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기