호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σὺ δέ, ὃσ τῶν ἐπὶ πᾶσιν ἄρχεισ, τελευταίουσ ἔχων τοὺσ ἄνδρασ παράγγελλε τοῖσ σαυτοῦ ἐφορᾶν τε ἑκάστῳ τοὺσ καθ’ αὑτὸν καὶ τοῖσ μὲν τὸ δέον ποιοῦσιν ἐπικελεύειν, τοῖσ δὲ μαλακυνομένοισ ἀπειλεῖν ἰσχυρῶσ· ἢν δέ τισ στρέφηται προδιδόναι θέλων, θανάτῳ ζημιοῦν. ἔργον γάρ ἐστι τοῖσ μὲν πρωτοστάταισ θαρρύνειν τοὺσ ἑπομένουσ καὶ λόγῳ καὶ ἔργῳ· ὑμᾶσ δὲ δεῖ τοὺσ ἐπὶ πᾶσι τεταγμένουσ πλείω φόβον παρέχειν τοῖσ κακοῖσ τοῦ ἀπὸ τῶν πολεμίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기