호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Κῦροσ ἐκέλευσε τῶν περὶ αὐτὸν ἀεὶ ὄντων ἱππέων ἐλάσαντασ ὑπὸ τὴν σκοπὴν ἀδήλουσ τοῖσ πολεμίοισ ἀτρεμίαν ἔχειν. ὅταν δ’, ἔφη, ἡ δεκὰσ ἡ ἡμετέρα λείπῃ τὴν σκοπήν, ἐξαναστάντεσ ἐπίθεσθε τοῖσ ἀναβαίνουσιν ἐπὶ τὴν σκοπήν. ὡσ δὲ ὑμᾶσ μὴ λυπῶσιν οἱ ἀπὸ τῆσ μεγάλησ τάξεωσ, ἀντέξελθε σύ, ἔφη, ὦ Ὑστάσπα, τὴν χιλιοστὺν τῶν ἱππέων λαβὼν καὶ ἐπιφάνηθι ἐναντίοσ τῇ τῶν πολεμίων τάξει. διώξῃσ δὲ μηδαμῇ εἰσ ἀφανέσ, ἀλλ’ ὅπωσ αἱ σκοπαί σοι διαμένωσιν ἐπιμεληθεὶσ πάριθι. ἂν δ’ ἄρα ἀνατείναντέσ τινεσ τὰσ δεξιὰσ προσελαύνωσιν ὑμῖν, δέχεσθε φιλίωσ τοὺσ ἄνδρασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기