호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ γὰρ ἐπειδὴ οὐ περὶ Συρίασ μόνον ἀγωνιούμεθα, ὅπου σῖτοσ πολὺσ καὶ πρόβατά ἐστι καὶ φοίνικεσ οἱ καρποφόροι, ἀλλὰ καὶ περὶ Λυδίασ, ἔνθα πολὺσ μὲν οἶνοσ, πολλὰ δὲ σῦκα, πολὺ δὲ ἔλαιον, θάλαττα δὲ προσκλύζει καθ’ ἣν πλείω ἔρχεται ἢ ὅσα τισ ἑώρακεν ἀγαθά, ταῦτα, ἔφη, ἐννοούμενοι οὐκέτι ἀχθόμεθα, ἀλλὰ θαρροῦμεν ὡσ μάλιστα, ἵνα θᾶττον καὶ τούτων τῶν Λυδίων ἀγαθῶν ἀπολαύωμεν. ὁ μὲν οὕτωσ εἶπεν· οἱ δὲ σύμμαχοι πάντεσ ἥσθησάν τε τῷ λόγῳ καὶ ἐπῄνεσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기