호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συλλέγεσθαι δὲ τὸ στράτευμα ἀμφὶ τὸν Πακτωλὸν ποταμόν, προϊέναι δὲ μέλλειν αὐτοὺσ εἰσ Θύμβραρα, ἔνθα καὶ νῦν ὁ σύλλογοσ τῶν ὑπὸ βασιλέα βαρβάρων τῶν κάτω Συρίασ, καὶ ἀγορὰν πᾶσι παρηγγέλθαι ἐνταῦθα κομίζειν· σχεδὸν δὲ τούτοισ ταὐτὰ ἔλεγον καὶ οἱ αἰχμάλωτοι· ἐπεμελεῖτο γὰρ καὶ τούτου ὁ Κῦροσ ὅπωσ ἁλίσκοιντο παρ’ ὧν ἔμελλε πεύσεσθαί τι· ἔπεμπε δὲ καὶ δούλοισ ἐοικότασ κατασκόπουσ ὡσ αὐτομόλουσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기