호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ναὶ μὰ Δί’, ἔφη ὁ Κῦροσ· ἴσωσ γὰρ θᾶττον ἀπῆλθεσ ἢ ἐν ὅσῳ χρόνῳ ἔρωσ πέφυκε συσκευάζεσθαι ἄνθρωπον. καὶ πυρὸσ γάρ τοι ἔστι θιγόντα μὴ εὐθὺσ καίεσθαι καὶ τὰ ξύλα οὐκ εὐθὺσ ἀναλάμπει· ὅμωσ δ’ ἔγωγε οὔτε πυρὸσ ἑκὼν εἶναι ἅπτομαι οὔτε τοὺσ καλοὺσ εἰσορῶ. οὐδέ γε σοὶ συμβουλεύω, ἔφη, ὦ Ἀράσπα, ἐν τοῖσ καλοῖσ ἐᾶν τὴν ὄψιν ἐνδιατρίβειν· ὡσ τὸ μὲν πῦρ τοὺσ ἁπτομένουσ καίει, οἱ δὲ καλοὶ καὶ τοὺσ ἄπωθεν θεωμένουσ ὑφάπτουσιν, ὥστε αἴθεσθαι τῷ ἔρωτι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기