호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μ Ἐπικούρου ἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα:? τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν· οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον, οὐ τιμάς: τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος.
ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος: αἰδέομαι γὰρ οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν: μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν: Σειρηνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν: ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος, μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷ ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.
ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην, εἰς τὸν θρόνον αὐτοῦ εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기