호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πέμπτον μοι κλήρου, παῖ, λάμβανε:? δωδέκατον δὲ δέξο, δάμαρ: πίσυρες δ υἱέος οἰχομένου παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ, ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε. αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα:
Εὔβουλος δ ἐχέτω πέντε τάλαντα φίλος. πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα, μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε: ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε μνᾶς ἐχέτω: Δᾶος δ εἴκοσι μνᾶς ἐχέτω, πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ:
ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου. δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας, εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기