호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς, ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν, φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον ὑμνοθετᾶν βύβλῳ τᾷδ ἐνελιξάμενον ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기