호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν ἔφυς ἀμύητος ἀκμὴν ὑπὲρ οὗ σ1 ἔτι πείθω, ὀρθῶς ἂν δείσαις, δεινὸν ἴσως δοκέων.? εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην, τί φθονέεις δοῦναι, ταὐτὸ λαβὼν, ἑτέρῳ· ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτ ἀπολύσας, εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς: ἄλλη δ ἔνθα τρυφή: παίξεις ἴσα, κοινὰ λαλήσεις, τἆλλα δ ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기