호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι λειμῶνες, πυκιναῖς εἰάρος ἀγλαϊαίς, ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις, χειρῶν Κυπρογενοῦς πλάσματα καὶ Χαρίτων.? ἔξοχα δ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει, ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις. ἀλλ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος, οὕτω τὴν ὡρ´ην ἐκ τριχὸς ὀλλυμένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기