호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην ἡρ´παζεν, γλυκεροῦ νέκταρος οἰνοχόους, αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν ἤδη πρὸς μακάρων ἦγε διηκονίας.? ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기