- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 12, chapter 175

(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 175)

ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους, ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε.? τίς γὰρ ἀνὴρ ἐς ἔρωτ ἀδαμάντινος· ἢ τίς ἀτειρὴς οἴνῳ· τίς δὲ καλοὺς οὐ περίεργα βλέπει· ζώντων ἔργα τάδ ἐστὶν ὅπου δ οὐκ εἰσὶν ἔρωτες οὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι: κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε, τὸν μὲν ἐπ οὐδὲν ἰδεῖν, τὸν δ ἐπὶ μοῦνον ἰδεῖν.?

상위

Greek Anthology, Volume IV

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION