호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν τὠραμένῳ ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.? αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε: ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία. τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθ ἁμὶν χἀκαστὰς ἀφειδέα πρὸς τὸν Ἔρωτα. τοῦτ εἶπαι Κείρευ τὰ πτερά, παιδάριον: οὐδ ὅσον ἀττάραγόν σε δεδοίκαμες : οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기