- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 12, chapter 145

(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 145)

παύετε, παιδοφίλαι, κενεὸν πόνον:? ἴσχετε μόχθων, δύσφρονες: ἀπρήκτοις ἐλπίσι μαινόμεθα. ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα, κἀπὸ Λιβύσσης ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα, ἶσον καὶ παίδων στέργειν πόθον, οἷς τὸ κεναυχὲς κάλλος ἐνὶ χθονίοις ἡδὺ τ ἐν ἀθανάτοις. δέρκεσθ εἰς ἐμὲ πάντες: ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτ αἰγιαλοῖς.?

상위

Greek Anthology, Volume IV

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION