호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε, ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον, γαῦρος ὑπὲρ κοίτας, ὅτε μοι βραχὺ τοῦτ ἔτι νυκτὸς ζῇ τὸ φιλεῖν, ἐπ ἐμαῖς δ ἁδὺ γελᾷς ὀδύναις.? ἅδε φίλα θρεπτῆρι χάρις· ναὶ τὸν βαθὺν ὄρθρον, ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기