호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα, εἶπα τότ αὐχμηρὰν δίψαν ἀποπροφυγών Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευς πίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ·? καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσας Ἀντίοχον, ψυχῆς ἡδὺ πέπωκα μέλι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기