호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔ σοι ταῦτ ἐβόων, ψυχή·? ναὶ Κύπριν, ἁλώσει, ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη: οὐκ ἐβόων· εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖς σπαίρεις· καὶ σ1 ἐπὶ πῦρ ἔστησε, μύροις δ ἔρρανε λιπόπνουν, δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖν ἆ ψυχὴ βαρύμοχθε, σὺ δ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ, ἄρτι δ ἀναψύχεις, πνεῦμ ἀναλεξαμένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기