- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 12, chapter 125

(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 125)

ἡδὺ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος ὀκτωκαιδεκέτους παιδὸς ἔτ ἐν χλαμύδι ἤγαγ Ἔρως ὑπὸ χλαῖναν ἐγὼ δ ἁπαλῷ περὶ χρωτὶ στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν.? καὶ μ ἔτι νῦν θάλπει μνήμης πόθος: ὄμμασι δ ὕπνον ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω. ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ δι ὀνείρων εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.?

상위

Greek Anthology, Volume IV

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION