호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος:? ἁγέο, κώμων ἄρχε: θεὸς θνατὰν ἁνιόχει κραδίαν ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν ἔρωτι, καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην. ἦ προδότας κἄπιστος ἔφυς: τεὰ δ ὄργια κρύπτειν αὐδῶν, ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기