호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους πειθώ, καὶ κάλλευς ἀνθολόγοι Χάριτες, ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοι Δωρόθεος, κείσθω δ εἰς γόνυ Καλλικράτης, ἰαίνοι δὲ Δίων τόδ ἐύστοχον ἐν χερὶ τείνων σὸν κέρας, Οὐλιάδης δ αὐτὸ περισκυθίσαι, δοίη δ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι, θλίβοις δ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι.? ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기