- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 12, chapter 85

(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 85)

Οἰνοπόται δέξασθε τὸν ἐκ πελάγευς, ἅμα πόντον καὶ κλῶπας προφυγόντ, ἐν χθονὶ δ ὀλλύμενον.? ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντ ἐπὶ γαῖαν ἀγρεύσας ἕλκει τῇδ ὁ βίαιος Ἔρως, ἐνθάδ ὅπου τὸν παῖδα διαστείχοντ ἐνόησα: αὐτομάτοις δ ἄκων ποσσὶ ταχὺς φέρομαι. κωμάζω δ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς. δέξασθ ὀλλύμενον τὸν φιλίας ἱκέτην.?

상위

Greek Anthology, Volume IV

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION