- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 12, chapter 22

(작자 미상, Greek Anthology, Volume IV, book 12, chapter 22)

ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, Ἤλισσος πλήρης τῶν ἐς ἔρωτ ἐτέων, αὐτὰ τὰ καίρι ἔχων ἑκκαίδεκα, καὶ μετὰ τούτων πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας, καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι, καὶ τὸ φιλῆσαι χείλεα, καὶ τὸ λαβεῖν ἔνδον, ἀμεμπτότατον.? καὶ τί πάθω· φησὶν γὰρ ὁρᾶν μόνον ἦ ῥ ἀγρυπνήσω πολλάκι, τῇ κενεῇ Κύπριδι χειρομαχῶν.?

상위

Greek Anthology, Volume IV

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION